Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.48 Dem. 4.51 (English) >>Dem. 5.1

4.50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτʼ εἰδῶμεν, καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι· οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν, ἀλλʼ ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.

4.51ἐγὼ μὲν οὖν οὔτʼ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος , νῦν θʼ γιγνώσκω πάνθʼ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι. ἐβουλόμην δʼ ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστʼ ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δʼ ἐπʼ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι. νικῴη δʼ τι πᾶσιν μέλλει συνοίσειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.48 Dem. 4.51 (English) >>Dem. 5.1

Powered by PhiloLogic